[130α]
οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν ὠφελίαν: πολλοὶ δέ, ὅσον ἂν μετ᾽ ἐμοῦ χρόνον ὦσιν, θαυμάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν διαφέρουσιν ὁτουοῦν. τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου. διατρίβων γὰρ μετ᾽ ἐμοῦ πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγῳ χρόνῳ: ἔπειτα αὐτῷ στρατεία τις ἐγένετο καὶ ᾤχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετ᾽ ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θουκυδίδου.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.