[130β]
Ἀλκιβιάδης
ὡμολογήσαμεν.Σωκράτης
ἆρ᾽ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει;Ἀλκιβιάδης
οὐδαμῶς.Σωκράτης
ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν.Ἀλκιβιάδης
ναί.Σωκράτης
οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν.Ἀλκιβιάδης
οὐκ ἔοικεν.Σωκράτης
ἀλλ᾽ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος;Ἀλκιβιάδης
ἴσως δῆτα.Σωκράτης
πάντων γε ἥκιστα: μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν.Ἀλκιβιάδης
ὀρθῶς.