[129ξ]
Ἀλκιβιάδης
τί μήν;Σωκράτης
τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς.Ἀλκιβιάδης
πάνυ γε.Σωκράτης
ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο;Ἀλκιβιάδης
πῶς λέγεις;Σωκράτης
ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις.Ἀλκιβιάδης
ναί.Σωκράτης
οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται;Ἀλκιβιάδης
πῶς γὰρ οὔ;Σωκράτης
ἆρ᾽ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη;Ἀλκιβιάδης
ναί.