previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[268α]

Σωκράτης
ἐῶμεν δὴ τά γε σμικρά: ταῦτα δὲ ὑπ᾽ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότ᾽ ἔχει τὴν τῆς τέχνης δύναμιν.

Φαῖδρος
καὶ μάλα ἐρρωμένην, Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.

Σωκράτης
ἔχει γάρ. ἀλλ᾽, δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.

Φαῖδρος
δείκνυε μόνον.

Σωκράτης
εἰπὲ δή μοι: εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτιἐγὼ ἐπίσταμαι τοιαῦτ᾽ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν [268β] τ᾽ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δ᾽ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα: καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ἂν τὴν τούτων ἐπιστήμην παραδῶ,’ τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;

Φαῖδρος
τί δ᾽ ἄλλο γε ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;

Σωκράτης
εἰ οὖν εἴποι ὅτιοὐδαμῶς: ἀλλ᾽ ἀξιῶ τὸν ταῦτα [268ξ] παρ᾽ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τ᾽ εἶναι ποιεῖν ἐρωτᾷς;’

Φαῖδρος
εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.

Σωκράτης
τί δ᾽ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τ᾽ [268δ] ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;

Φαῖδρος
καὶ οὗτοι ἄν, Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.

Σωκράτης
ἀλλ᾽ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλ᾽ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην [268ε] χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν: ‘ μοχθηρέ, μελαγχολᾷς,’ ἀλλ᾽ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτ᾽ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα: τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλ᾽ οὐ τὰ ἁρμονικά.’

Φαῖδρος
ὀρθότατά γε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: