previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[258α]

Σωκράτης
οὐ μανθάνεις ὅτι ἐν ἀρχῇ ἀνδρὸς πολιτικοῦ συγγράμματι πρῶτος ἐπαινέτης γέγραπται.

Φαῖδρος
πῶς;

Σωκράτης
ἔδοξέπού φησιντῇ βουλῇτῷ δήμῳ ἀμφοτέροις, καὶὃς καὶ ὃς εἶπεν’ —τὸν αὑτὸν δὴ λέγων μάλα σεμνῶς καὶ ἐγκωμιάζων συγγραφεύςἔπειτα λέγει δὴ μετὰ τοῦτο, ἐπιδεικνύμενος τοῖς ἐπαινέταις τὴν ἑαυτοῦ σοφίαν, ἐνίοτε πάνυ μακρὸν ποιησάμενος σύγγραμμα: σοι ἄλλο τι φαίνεται τὸ τοιοῦτον λόγος συγγεγραμμένος; [258β]

Φαῖδρος
οὐκ ἔμοιγε.

Σωκράτης
οὐκοῦν ἐὰν μὲν οὗτος ἐμμένῃ, γεγηθὼς ἀπέρχεται ἐκ τοῦ θεάτρου ποιητής: ἐὰν δὲ ἐξαλειφθῇ καὶ ἄμοιρος γένηται λογογραφίας τε καὶ τοῦ ἄξιος εἶναι συγγράφειν, πενθεῖ αὐτός τε καὶ οἱ ἑταῖροι.

Φαῖδρος
καὶ μάλα.

Σωκράτης
δῆλόν γε ὅτι οὐχ ὡς ὑπερφρονοῦντες τοῦ ἐπιτηδεύματος, ἀλλ᾽ ὡς τεθαυμακότες.

Φαῖδρος
πάνυ μὲν οὖν.

Σωκράτης
τί δέ; ὅταν ἱκανὸς γένηται ῥήτωρ βασιλεύς, ὥστε [258ξ] λαβὼν τὴν Λυκούργου Σόλωνος Δαρείου δύναμιν ἀθάνατος γενέσθαι λογογράφος ἐν πόλει, ἆρ᾽ οὐκ ἰσόθεον ἡγεῖται αὐτός τε αὑτὸν ἔτι ζῶν, καὶ οἱ ἔπειτα γιγνόμενοι ταὐτὰ ταῦτα περὶ αὐτοῦ νομίζουσι, θεώμενοι αὐτοῦ τὰ συγγράμματα;

Φαῖδρος
καὶ μάλα.

Σωκράτης
οἴει τινὰ οὖν τῶν τοιούτων, ὅστις καὶ ὁπωστιοῦν δύσνους Λυσίᾳ, ὀνειδίζειν αὐτὸ τοῦτο ὅτι συγγράφει;

Φαῖδρος
οὔκουν εἰκός γε ἐξ ὧν σὺ λέγεις: καὶ γὰρ ἂν τῇ ἑαυτοῦ ἐπιθυμίᾳ, ὡς ἔοικεν, ὀνειδίζοι. [258δ]

Σωκράτης
τοῦτο μὲν ἄρα παντὶ δῆλον, ὅτι οὐκ αἰσχρὸν αὐτό γε τὸ γράφειν λόγους.

Φαῖδρος
τί γάρ;

Σωκράτης
ἀλλ᾽ ἐκεῖνο οἶμαι αἰσχρὸν ἤδη, τὸ μὴ καλῶς λέγειν τε καὶ γράφειν ἀλλ᾽ αἰσχρῶς τε καὶ κακῶς.

Φαῖδρος
δῆλον δή.

Σωκράτης
τίς οὖν τρόπος τοῦ καλῶς τε καὶ μὴ γράφειν; δεόμεθά τι, Φαῖδρε, Λυσίαν τε περὶ τούτων ἐξετάσαι καὶ ἄλλον ὅστις πώποτέ τι γέγραφεν γράψει, εἴτε πολιτικὸν σύγγραμμα εἴτε ἰδιωτικόν, ἐν μέτρῳ ὡς ποιητὴς ἄνευ μέτρου ὡς ἰδιώτης; [258ε]

Φαῖδρος
ἐρωτᾷς εἰ δεόμεθα; τίνος μὲν οὖν ἕνεκα κἄν τις ὡς εἰπεῖν ζῴη, ἀλλ᾽ τῶν τοιούτων ἡδονῶν ἕνεκα; οὐ γάρ που ἐκείνων γε ὧν προλυπηθῆναι δεῖ μηδὲ ἡσθῆναι, δὴ ὀλίγου πᾶσαι αἱ περὶ τὸ σῶμα ἡδοναὶ ἔχουσι: διὸ καὶ δικαίως ἀνδραποδώδεις κέκληνται.

Σωκράτης
σχολὴ μὲν δή, ὡς ἔοικε: καὶ ἅμα μοι δοκοῦσιν ὡς ἐν τῷ πνίγει ὑπὲρ κεφαλῆς ἡμῶν οἱ τέττιγες ᾁδοντες καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: