previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[242α] πείσεται: κἀγὼ τὸν ποταμὸν τοῦτον διαβὰς ἀπέρχομαι πρὶν ὑπὸ σοῦ τι μεῖζον ἀναγκασθῆναι.

Φαῖδρος
μήπω γε, Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται δὴ καλουμένη σταθερά; ἀλλὰ περιμείναντες καὶ ἅμα περὶ τῶν εἰρημένων διαλεχθέντες, τάχα ἐπειδὰν ἀποψυχῇ ἴμεν.

Σωκράτης
θεῖός γ᾽ εἶ περὶ τοὺς λόγους, Φαῖδρε, καὶ ἀτεχνῶς θαυμάσιος. οἶμαι γὰρ ἐγὼ τῶν ἐπὶ τοῦ σοῦ βίου γεγονότων [242β] λόγων μηδένα πλείους σὲ πεποιηκέναι γεγενῆσθαι ἤτοι αὐτὸν λέγοντα ἄλλους ἑνί γέ τῳ τρόπῳ προσαναγκάζονταΣιμμίαν Θηβαῖον ἐξαιρῶ λόγου: τῶν δὲ ἄλλων πάμπολυ κρατεῖςκαὶ νῦν αὖ δοκεῖς αἴτιός μοι γεγενῆσθαι λόγῳ τινὶ ῥηθῆναι.

Φαῖδρος
οὐ πόλεμόν γε ἀγγέλλεις. ἀλλὰ πῶς δὴ καὶ τίνι τούτῳ;

Σωκράτης
ἡνίκ᾽ ἔμελλον, ὠγαθέ, τὸν ποταμὸν διαβαίνειν, τὸ δαιμόνιόν τε καὶ τὸ εἰωθὸς σημεῖόν μοι γίγνεσθαι ἐγένετο [242ξ]ἀεὶ δέ με ἐπίσχει ἂν μέλλω πράττεινκαί τινα φωνὴν ἔδοξα αὐτόθεν ἀκοῦσαι, με οὐκ ἐᾷ ἀπιέναι πρὶν ἂν ἀφοσιώσωμαι, ὡς δή τι ἡμαρτηκότα εἰς τὸ θεῖον. εἰμὶ δὴ οὖν μάντις μέν, οὐ πάνυ δὲ σπουδαῖος, ἀλλ᾽ ὥσπερ οἱ τὰ γράμματα φαῦλοι, ὅσον μὲν ἐμαυτῷ μόνον ἱκανός: σαφῶς οὖν ἤδη μανθάνω τὸ ἁμάρτημα. ὡς δή τοι, ἑταῖρε, μαντικόν γέ τι καὶ ψυχή: ἐμὲ γὰρ ἔθραξε μέν τι καὶ πάλαι λέγοντα τὸν λόγον, καί πως ἐδυσωπούμην κατ᾽ Ἴβυκον, μή τι παρὰ θεοῖς [242δ]

ἀμβλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω:

Ibycus Frag. 24, Bergk
νῦν δ᾽ ᾔσθημαι τὸ ἁμάρτημα.

Φαῖδρος
λέγεις δὲ δὴ τί;

Σωκράτης
δεινόν, Φαῖδρε, δεινὸν λόγον αὐτός τε ἐκόμισας ἐμέ τε ἠνάγκασας εἰπεῖν.

Φαῖδρος
πῶς δή;

Σωκράτης
εὐήθη καὶ ὑπό τι ἀσεβῆ: οὗ τίς ἂν εἴη δεινότερος;

Φαῖδρος
οὐδείς, εἴ γε σὺ ἀληθῆ λέγεις.

Σωκράτης
τί οὖν; τὸν ἔρωτα οὐκ Ἀφροδίτης καὶ θεόν τινα ἡγῇ;

Φαῖδρος
λέγεταί γε δή.

Σωκράτης
οὔ τι ὑπό γε Λυσίου, οὐδὲ ὑπὸ τοῦ σοῦ λόγου, ὃς [242ε] διὰ τοῦ ἐμοῦ στόματος καταφαρμακευθέντος ὑπὸ σοῦ ἐλέχθη. εἰ δ᾽ ἔστιν, ὥσπερ οὖν ἔστι, θεὸς τι θεῖον Ἔρως, οὐδὲν ἂν κακὸν εἴη, τὼ δὲ λόγω τὼ νυνδὴ περὶ αὐτοῦ εἰπέτην ὡς τοιούτου ὄντος: ταύτῃ τε οὖν ἡμαρτανέτην περὶ τὸν ἔρωτα, ἔτι τε εὐήθεια αὐτοῖν πάνυ ἀστεία, τὸ μηδὲν ὑγιὲς λέγοντε


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: