previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[236α] τοῦ δὲ τὸ ἄφρον ψέγειν, ἀναγκαῖα γοῦν ὄντα, εἶτ᾽ ἄλλ᾽ ἄττα ἕξειν λέγειν; ἀλλ᾽ οἶμαι τὰ μὲν τοιαῦτα ἐατέα καὶ συγγνωστέα λέγοντι: καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν ἀλλὰ τὴν διάθεσιν ἐπαινετέον, τῶν δὲ μὴ ἀναγκαίων τε καὶ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν.

Φαῖδρος
συγχωρῶ λέγεις: μετρίως γάρ μοι δοκεῖς εἰρηκέναι. ποιήσω οὖν καὶ ἐγὼ οὕτως: τὸ μὲν τὸν ἐρῶντα [236β] τοῦ μὴ ἐρῶντος μᾶλλον νοσεῖν δώσω σοι ὑποτίθεσθαι, τῶν δὲ λοιπῶν ἕτερα πλείω καὶ πλείονος ἄξια εἰπὼν τῶνδε Λυσίου παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ στάθητι.

Σωκράτης
ἐσπούδακας, Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε, καὶ οἴει δή με ὡς ἀληθῶς ἐπιχειρήσειν εἰπεῖν παρὰ τὴν ἐκείνου σοφίαν ἕτερόν τι ποικιλώτερον;

Φαῖδρος
περὶ μὲν τούτου, φίλε, εἰς τὰς ὁμοίας λαβὰς [236ξ] ἐλήλυθας. ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις εὐλαβήθητι, καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸεἰ ἐγώ, Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι,’ καὶ ὅτιἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ:’ ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἔφησθα ἐν τῷ στήθει ἔχειν. ἐσμὲν δὲ μόνω ἐν ἐρημίᾳ, [236δ] ἰσχυρότερος δ᾽ ἐγὼ καὶ νεώτερος, ἐκ δὲ ἁπάντων τούτωνσύνες τοι λέγω,’ καὶ μηδαμῶς πρὸς βίαν βουληθῇς μᾶλλον ἑκὼν λέγειν.

Σωκράτης
ἀλλ᾽, μακάριε Φαῖδρε, γελοῖος ἔσομαι παρ᾽ ἀγαθὸν ποιητὴν ἰδιώτης αὐτοσχεδιάζων περὶ τῶν αὐτῶν.

Φαῖδρος
οἶσθ᾽ ὡς ἔχει; παῦσαι πρός με καλλωπιζόμενος: σχεδὸν γὰρ ἔχω εἰπὼν ἀναγκάσω σε λέγειν.

Σωκράτης
μηδαμῶς τοίνυν εἴπῃς.

Φαῖδρος
οὔκ, ἀλλὰ καὶ δὴ λέγω: δέ μοι λόγος ὅρκος ἔσται. ὄμνυμι γάρ σοιτίνα μέντοι, τίνα θεῶν; βούλει [236ε] τὴν πλάτανον ταυτηνί; — μήν, ἐάν μοι μὴ εἴπῃς τὸν λόγον ἐναντίον αὐτῆς ταύτης, μηδέποτέ σοι ἕτερον λόγον μηδένα μηδενὸς μήτε ἐπιδείξειν μήτε ἐξαγγελεῖν.

Σωκράτης
βαβαῖ, μιαρέ, ὡς εὖ ἀνηῦρες τὴν ἀνάγκην ἀνδρὶ φιλολόγῳ ποιεῖν ἂν κελεύῃς.

Φαῖδρος
τί δῆτα ἔχων στρέφῃ;

Σωκράτης
οὐδὲν ἔτι, ἐπειδὴ σύ γε ταῦτα ὀμώμοκας. πῶς γὰρ ἂν οἷός τ᾽ εἴην τοιαύτης θοίνης ἀπέχεσθαι;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: