[229α]
Σωκράτης
δεῦρ᾽ ἐκτραπόμενοι κατὰ τὸν Ἰλισὸν ἴωμεν, εἶτα ὅπου ἂν δόξῃ ἐν ἡσυχίᾳ καθιζησόμεθα.Φαῖδρος
εἰς καιρόν, ὡς ἔοικεν, ἀνυπόδητος ὢν ἔτυχον: σὺ μὲν γὰρ δὴ ἀεί. ῥᾷστον οὖν ἡμῖν κατὰ τὸ ὑδάτιον βρέχουσι τοὺς πόδας ἰέναι, καὶ οὐκ ἀηδές, ἄλλως τε καὶ τήνδε τὴν ὥραν τοῦ ἔτους τε καὶ τῆς ἡμέρας.Σωκράτης
πρόαγε δή, καὶ σκόπει ἅμα ὅπου καθιζησόμεθα.Φαῖδρος
ὁρᾷς οὖν ἐκείνην τὴν ὑψηλοτάτην πλάτανον;Σωκράτης
τί μήν;