[67α]
Πρώταρχος
εἶπες γὰρ οὖν.Σωκράτης
καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη.Πρώταρχος
ἀληθέστατα.Σωκράτης
οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδ᾽ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;Πρώταρχος
ὀρθότατα.Σωκράτης
φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γ᾽ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.Πρώταρχος
πῶς γὰρ οὔ;Σωκράτης
οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ᾽ ἂν ἡ τῆς ἡδονῆς δύναμις.Πρώταρχος
ἔοικεν.