[40ε]
Πρώταρχος
καὶ ταῦθ᾽ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν.Σωκράτης
οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;Πρώταρχος
πάνυ μὲν οὖν.Σωκράτης
τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν;Πρώταρχος
οὐκ ἄλλως.Σωκράτης
οὐδ᾽ ἡδονάς γ᾽ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.