[38β]
Πρώταρχος
εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.Σωκράτης
τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.Πρώταρχος
ἄγ᾽ ὅπῃ σοι φαίνεται.Σωκράτης
τῇδε δὴ ἄγω.Πρώταρχος
πῇ;Σωκράτης
δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής;Πρώταρχος
ἔστιν.Σωκράτης
ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.Πρώταρχος
πάνυ γε.Σωκράτης
οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθ᾽ ἑκάστοτε;