[36ε]
Σωκράτης
λέγε δή μοι: θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δ᾽ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί;Πρώταρχος
πῶς γὰρ ἄν;Σωκράτης
οὔτε δὴ ὄναρ οὔθ᾽ ὕπαρ, ὡς φῄς, ἐστιν οὔτ᾽ ἐν μανίαις οὔτ᾽ ἐν παραφροσύναις οὐδεὶς ἔσθ᾽ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδ᾽ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δ᾽ οὔ.Πρώταρχος
πάνθ᾽ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν.Σωκράτης
ἆρ᾽ οὖν ὀρθῶς; ἢ σκεπτέον εἴτ᾽ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται;Πρώταρχος
σκεπτέον, ὥς γ᾽ ἐγὼ φαίην ἄν.