[29ε]
Σωκράτης
ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν: διὰ τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.Πρώταρχος
ὀρθότατα λέγεις.Σωκράτης
πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρ᾽ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρ᾽ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει;Πρώταρχος
καὶ τοῦθ᾽ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.