[25β]
ἢ μέτρον ᾖ πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο. ἢ πῶς σὺ φῄς;Πρώταρχος
κάλλιστά γε, ὦ Σώκρατες.Σωκράτης
εἶεν: τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν;Πρώταρχος
σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι.Σωκράτης
θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν.Πρώταρχος
εὔχου δὴ καὶ σκόπει.Σωκράτης
σκοπῶ: καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.