[150β]
μὴ τὰ ἑαυτῆς;ἀδύνατον.ἐν μὲν ὅλῳ ἄρα τῷ ἑνὶ οὐκ ἂν εἴη σμικρότης, ἀλλ᾽ εἴπερ, ἐν μέρει.ναί.οὐδέ γε ἐν παντὶ αὖ τῷ μέρει: εἰ δὲ μή, ταὐτὰ ποιήσει ἅπερ πρὸς τὸ ὅλον: ἴση ἔσται ἢ μείζων τοῦ μέρους ἐν ᾧ ἂν ἀεὶ ἐνῇ.ἀνάγκη.οὐδενί ποτε ἄρα ἐνέσται τῶν ὄντων σμικρότης, μήτ᾽ ἐν μέρει μήτ᾽ ἐν ὅλῳ ἐγγιγνομένη: οὐδέ τι ἔσται σμικρὸν πλὴν αὐτῆς σμικρότητος.οὐκ ἔοικεν.οὐδ᾽ ἄρα μέγεθος ἐνέσται ἐν αὐτῷ: μεῖζον γὰρ ἄν τι εἴη ἄλλο καὶ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.