[143α]
δύ᾽ ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶναι.παντάπασι μὲν οὖν.οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος οὕτω τὸ ἓν ὂν εἴη;ἔοικεν.ἴθι δὴ καὶ τῇδε ἔτι.πῇ;οὐσίας φαμὲν μετέχειν τὸ ἕν, διὸ ἔστιν;ναί.καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη.οὕτω.τί δέ; αὐτὸ τὸ ἕν, ὃ δή φαμεν οὐσίας μετέχειν, ἐὰν αὐτὸ τῇ διανοίᾳ μόνον καθ᾽ αὑτὸ λάβωμεν ἄνευ τούτου οὗ φαμεν μετέχειν, ἆρά γε ἓν μόνον φανήσεται ἢ καὶ πολλὰ τὸ αὐτὸ τοῦτο;ἕν, οἶμαι ἔγωγε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.