[139ξ]
δ᾽ οὐκ ἂν εἴη: ὥστε οὐδ᾽ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλ᾽ ἕτερον ἑνός.οὐ γὰρ οὖν.ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται.οὐ γάρ.ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν: οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί.ὀρθῶς.τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον: ἢ οἴει;οὐ δῆτα.ἀλλὰ μὴν εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό: αὐτὸ δὲ μηδαμῇ ὂν ἕτερον οὐδενὸς ἔσται
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.