[137δ]
οὕτως τὸ ἓν πολλὰ εἴη ἀλλ᾽ οὐχ ἕν.ἀληθῆ.δεῖ δέ γε μὴ πολλὰ ἀλλ᾽ ἓν αὐτὸ εἶναι.δεῖ.οὔτ᾽ ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν.οὐ γάρ.οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτ᾽ ἂν ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχοι: μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη.ὀρθῶς.καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου.πῶς δ᾽ οὔ;ἄπειρον ἄρα τὸ ἕν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει.ἄπειρον.καὶ ἄνευ σχήματος ἄρα: οὔτε γὰρ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.