[305ε]
Νεώτερος Σωκράτης
εἴξασι γοῦν.Ξένος
τὴν δὲ πασῶν τε τούτων ἄρχουσαν καὶ τῶν νόμων καὶ συμπάντων τῶν κατὰ πόλιν ἐπιμελουμένην καὶ πάντα συνυφαίνουσαν ὀρθότατα, τοῦ κοινοῦ τῇ κλήσει περιλαβόντες τὴν δύναμιν αὐτῆς, προσαγορεύοιμεν δικαιότατ᾽ ἄν, ὡς ἔοικε, πολιτικήν.Νεώτερος Σωκράτης
παντάπασι μὲν οὖν.Ξένος
οὐκοῦν δὴ καὶ κατὰ τὸ τῆς ὑφαντικῆς παράδειγμα βουλοίμεθ᾽ ἂν ἐπεξελθεῖν αὐτὴν νῦν, ὅτε καὶ πάντα τὰ γένη τὰ κατὰ πόλιν δῆλα ἡμῖν γέγονε;Νεώτερος Σωκράτης
καὶ σφόδρα γε.