[299ε]
περιείληφεν, ἢ πεττείαν ἢ σύμπασαν ἀριθμητικὴν ψιλὴν εἴτε ἐπίπεδον εἴτ᾽ ἐν βάθεσιν εἴτ᾽ ἐν τάχεσιν οὖσάν που, — περὶ ἅπαντα ταῦτα οὕτω πραττόμενα τί ποτ᾽ ἂν φανείη, κατὰ συγγράμματα γιγνόμενα καὶ μὴ κατὰ τέχνην;Νεώτερος Σωκράτης
δῆλον ὅτι πᾶσαί τε αἱ τέχναι παντελῶς ἂν ἀπόλοιντο ἡμῖν, καὶ οὐδ᾽ εἰς αὖθις γένοιντ᾽ ἄν ποτε διὰ τὸν ἀποκωλύοντα τοῦτον ζητεῖν νόμον: ὥστε ὁ βίος, ὢν καὶ νῦν χαλεπός, εἰς τὸν χρόνον ἐκεῖνον ἀβίωτος γίγνοιτ᾽ ἂν τὸ παράπαν.