[283ε]
τοῦ μείζονος ἔλαττον, ἄλλου δὲ μηδενός;Νεώτερος Σωκράτης
ἔμοιγε.Ξένος
τί δέ; τὸ τὴν τοῦ μετρίου φύσιν ὑπερβάλλον καὶ ὑπερβαλλόμενον ὑπ᾽ αὐτῆς ἐν λόγοις εἴτε καὶ ἐν ἔργοις ἆρ᾽ οὐκ αὖ λέξομεν ὡς ὄντως γιγνόμενον, ἐν ᾧ καὶ διαφέρουσι μάλιστα ἡμῶν οἵ τε κακοὶ καὶ οἱ ἀγαθοί;Νεώτερος Σωκράτης
φαίνεται.Ξένος
διττὰς ἄρα ταύτας οὐσίας καὶ κρίσεις τοῦ μεγάλου καὶ τοῦ σμικροῦ θετέον, ἀλλ᾽ οὐχ ὡς ἔφαμεν ἄρτι πρὸς ἄλληλα μόνον δεῖν, ἀλλ᾽ ὥσπερ νῦν εἴρηται μᾶλλον τὴν μὲν πρὸς ἄλληλα λεκτέον, τὴν δ᾽ αὖ πρὸς τὸ μέτριον: οὗ δὲ ἕνεκα, μαθεῖν ἆρ᾽ ἂν βουλοίμεθα;Νεώτερος Σωκράτης
τί μήν;