[267δ]
εἰρῆσθαι μέν πως, οὐ μὴν παντάπασί γε τελέως ἀπειργάσθαι;Νεώτερος Σωκράτης
πῶς εἶπες;Ξένος
ἐγὼ νῷν πειράσομαι τοῦτ᾽ αὐτὸ ὃ διανοοῦμαι νῦν ἔτι μᾶλλον δηλῶσαι.Νεώτερος Σωκράτης
λέγοις ἄν.Ξένος
οὐκοῦν τῶν νομευτικῶν ἡμῖν πολλῶν φανεισῶν ἄρτι τεχνῶν μία τις ἦν ἡ πολιτικὴ καὶ μιᾶς τινος ἀγέλης ἐπιμέλεια;Νεώτερος Σωκράτης
ναί.Ξένος
ταύτην δέ γε διώριζεν ὁ λόγος οὐχ ἵππων εἶναι τροφὸν οὐδ᾽ ἄλλων θηρίων, ἀλλ᾽ ἀνθρώπων κοινοτροφικὴν ἐπιστήμην.Νεώτερος Σωκράτης
οὕτως.