[259ε]
Ξένος
τοιάνδε. λογιστική πού τις ἡμῖν ἦν τέχνη.Νεώτερος Σωκράτης
ναί.Ξένος
τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν.Νεώτερος Σωκράτης
πῶς δ᾽ οὔ;Ξένος
γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι;Νεώτερος Σωκράτης
τί μήν;Ξένος
καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλ᾽ ἐργατῶν ἄρχων.Νεώτερος Σωκράτης
ναί.Ξένος
παρεχόμενός γέ που γνῶσιν ἀλλ᾽ οὐ χειρουργίαν.Νεώτερος Σωκράτης
οὕτως.