[259δ]
ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι;Νεώτερος Σωκράτης
τί μήν;Ξένος
τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν;Νεώτερος Σωκράτης
δῆλον.Ξένος
οὐκοῦν πορευοίμεθ᾽ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα;Νεώτερος Σωκράτης
πάνυ γε.Ξένος
πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν.Νεώτερος Σωκράτης
φράζε ποίαν.