[258ε]
ἐπιστήμην κέκτηνται, καὶ συναποτελοῦσι τὰ γιγνόμενα ὑπ᾽ αὐτῶν σώματα πρότερον οὐκ ὄντα.Νεώτερος Σωκράτης
τί μήν;Ξένος
ταύτῃ τοίνυν συμπάσας ἐπιστήμας διαίρει, τὴν μὲν πρακτικὴν προσειπών, τὴν δὲ μόνον γνωστικήν.Νεώτερος Σωκράτης
ἔστω σοι ταῦθ᾽ ὡς μιᾶς ἐπιστήμης τῆς ὅλης εἴδη δύο.Ξένος
πότερον οὖν τὸν πολιτικὸν καὶ βασιλέα καὶ δεσπότην καὶ ἔτ᾽ οἰκονόμον θήσομεν ὡς ἓν πάντα ταῦτα προσαγορεύοντες, ἢ τοσαύτας τέχνας αὐτὰς εἶναι φῶμεν ὅσαπερ ὀνόματα ἐρρήθη; μᾶλλον δέ μοι δεῦρο ἕπου.Νεώτερος Σωκράτης
πῇ;