[263ε]
καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.Θεαίτητος
δίδου μόνον.Ξένος
οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν: πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτ᾽ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια;Θεαίτητος
πάνυ μὲν οὖν.Ξένος
τὸ δέ γ᾽ ἀπ᾽ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος;Θεαίτητος
ἀληθῆ.Ξένος
καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν—Θεαίτητος
τὸ ποῖον;Ξένος
φάσιν τε καὶ ἀπόφασιν.Θεαίτητος
ἴσμεν.