[257δ]
ἑαυτῆς ἰδίαν: διὸ πολλαὶ τέχναι τ᾽ εἰσὶ λεγόμεναι καὶ ἐπιστῆμαι.Θεαίτητος
πάνυ μὲν οὖν.Ξένος
οὐκοῦν καὶ τὰ τῆς θατέρου φύσεως μόρια μιᾶς οὔσης ταὐτὸν πέπονθε τοῦτο.Θεαίτητος
τάχ᾽ ἄν: ἀλλ᾽ ὅπῃ δὴ λέγωμεν;Ξένος
ἔστι τῷ καλῷ τι θατέρου μόριον ἀντιτιθέμενον;Θεαίτητος
ἔστιν.Ξένος
τοῦτ᾽ οὖν ἀνώνυμον ἐροῦμεν ἤ τιν᾽ ἔχον ἐπωνυμίαν;Θεαίτητος
ἔχον: ὃ γὰρ μὴ καλὸν ἑκάστοτε φθεγγόμεθα, τοῦτο οὐκ ἄλλου τινὸς ἕτερόν ἐστιν ἢ τῆς τοῦ καλοῦ φύσεως.Ξένος
ἴθι νυν τόδε μοι λέγε.