previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[255α] τοῦτο καὶ θάτερον ὡς ἐκείνων τι προσαγορεύοντες λανθάνομεν ἡμᾶς αὐτούς;

Θεαίτητος
ἴσως.

Ξένος
ἀλλ᾽ οὔ τι μὴν κίνησίς γε καὶ στάσις οὔθ᾽ ἕτερον οὔτε ταὐτόν ἐστι.

Θεαίτητος
πῶς;

Ξένος
ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν, τοῦτο οὐδέτερον αὐτοῖν οἷόν τε εἶναι.

Θεαίτητος
τί δή;

Ξένος
κίνησίς τε στήσεται καὶ στάσις αὖ κινηθήσεται: περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενον αὐτοῖν ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον τῆς αὑτοῦ [255β] φύσεως, ἅτε μετασχὸν τοῦ ἐναντίου.

Θεαίτητος
κομιδῇ γε.

Ξένος
μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου.

Θεαίτητος
ναί.

Ξένος
μὴ τοίνυν λέγωμεν κίνησίν γ᾽ εἶναι ταὐτὸν θάτερον, μηδ᾽ αὖ στάσιν.

Θεαίτητος
μὴ γάρ.

Ξένος
ἀλλ᾽ ἆρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον ἡμῖν;

Θεαίτητος
ἴσως.

Ξένος
ἀλλ᾽ εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαίνετον, κίνησιν αὖ πάλιν καὶ στάσιν ἀμφότερα εἶναι λέγοντες [255ξ] ἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσεροῦμεν.

Θεαίτητος
ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.

Ξένος
ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἶναι.

Θεαίτητος
σχεδόν.

Ξένος
τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν τιθῶμεν;

Θεαίτητος
πάνυ μὲν οὖν.

Ξένος
τί δέ; τὸ θάτερον ἆρα ἡμῖν λεκτέον πέμπτον; τοῦτο καὶ τὸ ὂν ὡς δύ᾽ ἄττα ὀνόματα ἐφ᾽ ἑνὶ γένει διανοεῖσθαι δεῖ;

Θεαίτητος
τάχ᾽ ἄν.

Ξένος
ἀλλ᾽ οἶμαί σε συγχωρεῖν τῶν ὄντων τὰ μὲν αὐτὰ καθ᾽ αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι.

Θεαίτητος
τί δ᾽ οὔ; [255δ]

Ξένος
τὸ δέ γ᾽ ἕτερον ἀεὶ πρὸς ἕτερον: γάρ;

Θεαίτητος
οὕτως.

Ξένος
οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ διεφερέτην: ἀλλ᾽ εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς ἕτερον: νῦν δὲ ἀτεχνῶς ἡμῖν ὅτιπερ ἂν ἕτερον , συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι.

Θεαίτητος
λέγεις καθάπερ ἔχει.

Ξένος
πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοῖς [255ε] εἴδεσιν οὖσαν, ἐν οἷς προαιρούμεθα.

Θεαίτητος
ναί.

Ξένος
καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι διεληλυθυῖαν: ἓν ἕκαστον γὰρ ἕτερον εἶναι τῶν ἄλλων οὐ διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς θατέρου.

Θεαίτητος
κομιδῇ μὲν οὖν.

Ξένος
ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθ᾽ ἓν ἀναλαμβάνοντες.

Θεαίτητος
πῶς;

Ξένος
πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον στάσεως. πῶς λέγομεν;

Θεαίτητος
οὕτως.

Ξένος
οὐ στάσις ἄρ᾽ ἐστίν.

Θεαίτητος
οὐδαμῶς.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: