[252δ]
Θεαίτητος
κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές.Ξένος
τί δ᾽, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας;Θεαίτητος
τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.Ξένος
πῶς;Θεαίτητος
ὅτι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτ᾽ ἂν καὶ στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπ᾽ ἀλλήλοιν.Ξένος
ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινεῖσθαι;Θεαίτητος
πῶς γὰρ οὔ;Ξένος
τὸ τρίτον δὴ μόνον λοιπόν.Θεαίτητος
ναί.