[250β]
Θεαίτητος
φημὶ γὰρ οὖν.Ξένος
ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἶναι συγχωρῇς;Θεαίτητος
οὐδαμῶς.Ξένος
ἀλλ᾽ ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;Θεαίτητος
καὶ πῶς;Ξένος
τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς, ὡς ὑπ᾽ ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν, οὕτως εἶναι προσεῖπας ἀμφότερα;