[233α]
Θεαίτητος
τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.Ξένος
εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.Θεαίτητος
μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος.Ξένος
πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ᾽ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;Θεαίτητος
οὐδαμῶς.Ξένος
τί ποτ᾽ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;Θεαίτητος
τοῦ δὴ πέρι;