[226β]
Ξένος
χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε: τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;Θεαίτητος
καὶ πολλά: ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;Ξένος
τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶ †διακρίνειν.†Θεαίτητος
τί μήν;Ξένος
καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. ἦ γάρ;