[209α]
Σωκράτης
φράσω, ἐὰν οἷός τε γένωμαι. ὀρθὴν ἔγωγε ἔχων δόξαν περὶ σοῦ, ἐὰν μὲν προσλάβω τὸν σὸν λόγον, γιγνώσκω δή σε, εἰ δὲ μή, δοξάζω μόνον.Θεαίτητος
ναί.Σωκράτης
λόγος δέ γε ἦν ἡ τῆς σῆς διαφορότητος ἑρμηνεία.Θεαίτητος
οὕτως.Σωκράτης
ἡνίκ᾽ οὖν ἐδόξαζον μόνον, ἄλλο τι ᾧ τῶν ἄλλων διαφέρεις, τούτων οὐδενὸς ἡπτόμην τῇ διανοίᾳ;Θεαίτητος
οὐκ ἔοικε.Σωκράτης
τῶν κοινῶν τι ἄρα διενοούμην, ὧν οὐδὲν σὺ μᾶλλον ἤ τις ἄλλος ἔχει.