[204ε]
Σωκράτης
ὁ δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι ἢ μέρη ἐστίν;Θεαίτητος
οὐδέν.Σωκράτης
ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη;Θεαίτητος
φαίνεται.Σωκράτης
τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ ὁ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται.Θεαίτητος
οὕτως.Σωκράτης
τὸ ὅλον ἄρ᾽ οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη.Θεαίτητος
οὐκ ἔοικεν.Σωκράτης
μέρος δ᾽ ἔσθ᾽ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;Θεαίτητος
τοῦ παντός γε.