[204δ]
Σωκράτης
ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τό τε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα;Θεαίτητος
φαίνεται.Σωκράτης
ὧδε δὴ περὶ αὐτῶν λέγωμεν. ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν: ἦ γάρ;Θεαίτητος
ναί.Σωκράτης
καὶ ὁ τοῦ σταδίου δὴ ὡσαύτως.Θεαίτητος
ναί.Σωκράτης
καὶ μὴν καὶ ὁ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως; ὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.Θεαίτητος
ναί.