[197β]
Σωκράτης
ἐπιστήμης που ἕξιν φασὶν αὐτὸ εἶναι.Θεαίτητος
ἀληθῆ.Σωκράτης
ἡμεῖς τοίνυν σμικρὸν μεταθώμεθα καὶ εἴπωμεν ἐπιστήμης κτῆσιν.Θεαίτητος
τί οὖν δὴ φήσεις τοῦτο ἐκείνου διαφέρειν;Σωκράτης
ἴσως μὲν οὐδέν: ὃ δ᾽ οὖν δοκεῖ ἀκούσας συνδοκίμαζε.Θεαίτητος
ἐάνπερ γε οἷός τ᾽ ὦ.Σωκράτης
οὐ τοίνυν μοι ταὐτὸν φαίνεται τῷ κεκτῆσθαι τὸ ἔχειν. οἷον ἱμάτιον πριάμενός τις καὶ ἐγκρατὴς ὢν μὴ φορῶν, ἔχειν μὲν οὐκ ἂν αὐτὸν αὐτό, κεκτῆσθαί γε μὴν φαῖμεν.Θεαίτητος
ὀρθῶς γε.