[196δ]
Σωκράτης
ἀλλὰ μέντοι ἀμφότερά γε κινδυνεύει ὁ λόγος οὐκ ἐάσειν. ὅμως δέ—πάντα γὰρ τολμητέον—τί εἰ ἐπιχειρήσαιμεν ἀναισχυντεῖν;Θεαίτητος
πῶς;Σωκράτης
ἐθελήσαντες εἰπεῖν ποῖόν τί ποτ᾽ ἐστὶ τὸ ἐπίστασθαι.Θεαίτητος
καὶ τί τοῦτο ἀναίσχυντον;Σωκράτης
ἔοικας οὐκ ἐννοεῖν ὅτι πᾶς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος ζήτησις γέγονεν ἐπιστήμης ὡς οὐκ εἰδόσι τί ποτ᾽ ἐστίν.Θεαίτητος
ἐννοῶ μὲν οὖν.Σωκράτης
ἔπειτ᾽ οὐκ ἀναιδὲς δοκεῖ μὴ εἰδότας ἐπιστήμην ἀποφαίνεσθαι τὸ ἐπίστασθαι οἷόν ἐστιν; ἀλλὰ γάρ, ὦ