previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[147α]

Σωκράτης
σκέψαι δὴ καὶ τόδε. εἴ τις ἡμᾶς τῶν φαύλων τι καὶ προχείρων ἔροιτο, οἷον περὶ πηλοῦ ὅτι ποτ᾽ ἐστίν, εἰ ἀποκριναίμεθα αὐτῷ πηλὸς τῶν χυτρέων καὶ πηλὸς τῶν ἰπνοπλαθῶν καὶ πηλὸς τῶν πλινθουργῶν, οὐκ ἂν γελοῖοι εἶμεν;

Θεαίτητος
ἴσως.

Σωκράτης
πρῶτον μέν γέ που οἰόμενοι συνιέναι ἐκ τῆς ἡμετέρας ἀποκρίσεως τὸν ἐρωτῶντα, ὅταν εἴπωμεν πηλός, εἴτε τῶν [147β] κοροπλαθῶν προσθέντες εἴτε ἄλλων ὡντινωνοῦν δημιουργῶν. οἴει τίς τι συνίησίν τινος ὄνομα, μὴ οἶδεν τί ἐστιν;

Θεαίτητος
οὐδαμῶς.

Σωκράτης
οὐδ᾽ ἄρα ἐπιστήμην ὑποδημάτων συνίησιν ἐπιστήμην μὴ εἰδώς.

Θεαίτητος
οὐ γάρ.

Σωκράτης
σκυτικὴν ἄρα οὐ συνίησιν ὃς ἂν ἐπιστήμην ἀγνοῇ, οὐδέ τινα ἄλλην τέχνην.

Θεαίτητος
ἔστιν οὕτως.

Σωκράτης
γελοία ἄρα ἀπόκρισις τῷ ἐρωτηθέντι ἐπιστήμη τί ἐστιν, ὅταν ἀποκρίνηται τέχνης τινὸς ὄνομα. τινὸς γὰρ [147ξ] ἐπιστήμην ἀποκρίνεται οὐ τοῦτ᾽ ἐρωτηθείς.

Θεαίτητος
ἔοικεν.

Σωκράτης
ἔπειτά γέ που ἐξὸν φαύλως καὶ βραχέως ἀποκρίνασθαι περιέρχεται ἀπέραντον ὁδόν. οἷον καὶ ἐν τῇ τοῦ πηλοῦ ἐρωτήσει φαῦλόν που καὶ ἁπλοῦν εἰπεῖν ὅτι γῆ ὑγρῷ φυραθεῖσα πηλὸς ἂν εἴη, τὸ δ᾽ ὅτου ἐᾶν χαίρειν.

Θεαίτητος
ῥᾴδιον, Σώκρατες, νῦν γε οὕτω φαίνεται: ἀτὰρ κινδυνεύεις ἐρωτᾶν οἷον καὶ αὐτοῖς ἡμῖν ἔναγχος εἰσῆλθε [147δ] διαλεγομένοις, ἐμοί τε καὶ τῷ σῷ ὁμωνύμῳ τούτῳ Σωκράτει.

Σωκράτης
τὸ ποῖον δή, Θεαίτητε;

Θεαίτητος
περὶ δυνάμεών τι ἡμῖν Θεόδωρος ὅδε ἔγραφε, τῆς τε τρίποδος πέρι καὶ πεντέποδος ἀποφαίνων ὅτι μήκει οὐ σύμμετροι τῇ ποδιαίᾳ, καὶ οὕτω κατὰ μίαν ἑκάστην προαιρούμενος μέχρι τῆς ἑπτακαιδεκάποδος: ἐν δὲ ταύτῃ πως ἐνέσχετο. ἡμῖν οὖν εἰσῆλθέ τι τοιοῦτον, ἐπειδὴ ἄπειροι τὸ πλῆθος αἱ δυνάμεις ἐφαίνοντο, πειραθῆναι συλλαβεῖν εἰς ἕν, ὅτῳ πάσας [147ε] ταύτας προσαγορεύσομεν τὰς δυνάμεις.

Σωκράτης
καὶ ηὕρετέ τι τοιοῦτον;

Θεαίτητος
ἔμοιγε δοκοῦμεν: σκόπει δὲ καὶ σύ.

Σωκράτης
λέγε.

Θεαίτητος
τὸν ἀριθμὸν πάντα δίχα διελάβομεν: τὸν μὲν δυνάμενον ἴσον ἰσάκις γίγνεσθαι τῷ τετραγώνῳ τὸ σχῆμα ἀπεικάσαντες τετράγωνόν τε καὶ ἰσόπλευρον προσείπομεν.

Σωκράτης
καὶ εὖ γε.

Θεαίτητος
τὸν τοίνυν μεταξὺ τούτου, ὧν καὶ τὰ τρία καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: