[434δ]
Κρατύλος
δηλοῖ μὲν οὖν ἀμφοτέροις.Σωκράτης
πότερον ᾗ ὅμοια τυγχάνει ὄντα τὸ ῥῶ καὶ τὸ σῖγμα, ἢ ᾗ μή;Κρατύλος
ἧι ὅμοια.Σωκράτης
ἦ οὖν ὅμοιά ἐστι πανταχῇ;Κρατύλος
πρός γε τὸ ἴσως φορὰν δηλοῦν.Σωκράτης
ἦ καὶ τὸ λάβδα ἐγκείμενον; οὐ τὸ ἐναντίον δηλοῖ σκληρότητος;Κρατύλος
ἴσως γὰρ οὐκ ὀρθῶς ἔγκειται, ὦ Σώκρατες: ὥσπερ καὶ ἃ νυνδὴ σὺ πρὸς Ἑρμογένη ἔλεγες ἐξαιρῶν τε καὶ ἐντιθεὶς γράμματα οὗ δέοι, καὶ ὀρθῶς ἐδόκεις ἔμοιγε. καὶ νῦν ἴσως ἀντὶ τοῦ λάβδα ῥῶ δεῖ λέγειν.