[414δ]
ἀληθείας οὐδὲν φροντίζοντες, τὸ δὲ στόμα πλάττοντες, ὥστ᾽ ἐπεμβάλλοντες πολλὰ ἐπὶ τὰ πρῶτα ὀνόματα τελευτῶντες ποιοῦσιν μηδ᾽ ἂν ἕνα ἀνθρώπων συνεῖναι ὅτι ποτὲ βούλεται τὸ ὄνομα: ὥσπερ καὶ τὴν Σφίγγα ἀντὶ ‘φικὸς’ ‘σφίγγα’ καλοῦσιν, καὶ ἄλλα πολλά.Ἑρμογένης
ταῦτα μὲν ἔστιν οὕτως, ὦ Σώκρατες.Σωκράτης
εἰ δ᾽ αὖ τις ἐάσει καὶ ἐντιθέναι καὶ ἐξαιρεῖν ἅττ᾽ ἂν βούληταί τις εἰς τὰ ὀνόματα, πολλὴ εὐπορία ἔσται καὶ πᾶν ἂν παντί τις ὄνομα πράγματι προσαρμόσειεν.
ταῦτα μὲν ἔστιν οὕτως, ὦ Σώκρατες.Σωκράτης
εἰ δ᾽ αὖ τις ἐάσει καὶ ἐντιθέναι καὶ ἐξαιρεῖν ἅττ᾽ ἂν βούληταί τις εἰς τὰ ὀνόματα, πολλὴ εὐπορία ἔσται καὶ πᾶν ἂν παντί τις ὄνομα πράγματι προσαρμόσειεν.