previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[402α]

Σωκράτης
γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.

Ἑρμογένης
τίνα ταύτην;

Σωκράτης
τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαί᾽ ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου καὶ Ῥέας, καὶ Ὅμηρος ἔλεγεν.

Ἑρμογένης
πῶς τοῦτο λέγεις;

Σωκράτης
λέγει που Ἡράκλειτος ὅτιπάντα χωρεῖ καὶ οὐδὲν μένει,’ καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡςδὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.’

Ἑρμογένης
ἔστι ταῦτα. [402β]

Σωκράτης
τί οὖν; δοκεῖ σοι ἀλλοιότερον Ἡρακλείτου νοεῖν τιθέμενος τοῖς τῶν ἄλλων θεῶν προγόνοιςῬέαντε καὶΚρόνον’; ἆρα οἴει ἀπὸ τοῦ αὐτομάτου αὐτὸν ἀμφοτέροις ῥευμάτων ὀνόματα θέσθαι; ὥσπερ αὖ ὍμηροςὨκεανόν τε θεῶν γένεσίνφησινκαὶ μητέρα Τηθύν:’ οἶμαι δὲ καὶ Ἡσίοδος. λέγει δέ που καὶ Ὀρφεὺς ὅτιὨκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο,
[402ξ]

ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.

Orpheus Fr.
ταῦτ᾽ οὖν σκόπει ὅτι καὶ ἀλλήλοις συμφωνεῖ καὶ πρὸς τὰ τοῦ Ἡρακλείτου πάντα τείνει.

Ἑρμογένης
φαίνῃ τί μοι λέγειν, Σώκρατες: τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται.

Σωκράτης
ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν. τὸ γὰρ διαττώμενον καὶ [402δ] τὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν: ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων Τηθὺςτὸ ὄνομα σύγκειται.

Ἑρμογένης
τοῦτο μέν, Σώκρατες, κομψόν.

Σωκράτης
τί δ᾽ οὐ μέλλει; ἀλλὰ τί τὸ μετὰ τοῦτο; τὸν μὲν Δία εἴπομεν.

Ἑρμογένης
ναί.

Σωκράτης
τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόν τε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα ὀνομάζουσιν αὐτόν.

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
τὸ μὲν τοίνυν τοῦ Ποσειδῶνός μοι φαίνεται ὠνομάσθαι [402ε] τοῦ πρώτου ὀνομάσαντος, ὅτι αὐτὸν βαδίζοντα ἐπέσχεν τῆς θαλάττης φύσις καὶ οὐκέτι εἴασεν προελθεῖν, ἀλλ᾽ ὥσπερ δεσμὸς τῶν ποδῶν αὐτῷ ἐγένετο. τὸν οὖν ἄρχοντα τῆς δυνάμεως ταύτης θεὸν ὠνόμασενΠοσειδῶνα,’ ὡςποσίδεσμονὄντα: τὸ δὲ Ε ἔγκειται ἴσως εὐπρεπείας ἕνεκα. τάχα δὲ οὐκ ἂν τοῦτο λέγοι, ἀλλ᾽ ἀντὶ τοῦ σῖγμα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: