[401ξ]
τινῶν ἀνθρώπων, καὶ ἐάν τις τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ὃ ἕκαστον βούλεται. οἷον καὶ ἐν τούτῳ ὃ ἡμεῖς ‘οὐσίαν’ καλοῦμεν, εἰσὶν οἳ ‘ἐσσίαν’ καλοῦσιν, οἳ δ᾽ αὖ ‘ὠσίαν.’ πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων ἡ τῶν πραγμάτων οὐσία ‘Ἑστία’ καλεῖσθαι ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον ‘ἔστιν’ φαμέν, καὶ κατὰ τοῦτο ὀρθῶς ἂν καλοῖτο ‘Ἑστία’: ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν ‘ἐσσίαν’ καλεῖν τὴν οὐσίαν. ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.