previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[392α]

Σωκράτης
τί οὖν δή; οὐκ οἴει τοῦτο σεμνόν τι εἶναι γνῶναι, ὅπῃ ποτὲ ὀρθῶς ἔχει ἐκεῖνον τὸν ποταμὸν Ξάνθον καλεῖν μᾶλλον Σκάμανδρον; εἰ δὲ βούλει, περὶ τῆς ὄρνιθος ἣν λέγει ὅτι—“χαλκίδα κικλῄσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν,
Hom. Il. 14.291φαῦλον ἡγῇ τὸ μάθημα ὅσῳ ὀρθότερόν ἐστι καλεῖσθαι χαλκὶς κυμίνδιδος τῷ αὐτῷ ὀρνέῳ; τὴν Βατίειάν τε καὶ Μυρίνην, [392β] καὶ ἄλλα πολλὰ καὶ τούτου τοῦ ποιητοῦ καὶ ἄλλων; ἀλλὰ ταῦτα μὲν ἴσως μείζω ἐστὶν κατ᾽ ἐμὲ καὶ σὲ ἐξευρεῖν: δὲ Σκαμάνδριός τε καὶ Ἀστυάναξ ἀνθρωπινώτερον διασκέψασθαι, ὡς ἐμοὶ δοκεῖ, καὶ ῥᾷον, φησιν ὀνόματα εἶναι τῷ τοῦ Ἕκτορος ὑεῖ, τίνα ποτὲ λέγει τὴν ὀρθότητα αὐτῶν. οἶσθα γὰρ δήπου ταῦτα τὰ ἔπη ἐν οἷς ἔνεστιν ἐγὼ λέγω.

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
πότερον οὖν οἴει Ὅμηρον ὀρθότερον ἡγεῖσθαι τῶν ὀνομάτων κεῖσθαι τῷ παιδί, τὸνἈστυάνακτα τὸνΣκαμάνδριον’; [392ξ]

Ἑρμογένης
οὐκ ἔχω λέγειν.

Σωκράτης
ὧδε δὴ σκόπει. εἴ τις ἔροιτό σε πότερον οἴει ὀρθότερον καλεῖν τὰ ὀνόματα τοὺς φρονιμωτέρους τοὺς ἀφρονεστέρους;

Ἑρμογένης
δῆλον δὴ ὅτι τοὺς φρονιμωτέρους, φαίην ἄν.

Σωκράτης
πότερον οὖν αἱ γυναῖκες ἐν ταῖς πόλεσιν φρονιμώτεραί σοι δοκοῦσιν εἶναι οἱ ἄνδρες, ὡς τὸ ὅλον εἰπεῖν γένος;

Ἑρμογένης
οἱ ἄνδρες.

Σωκράτης
οὐκοῦν οἶσθα ὅτι Ὅμηρος τὸ παιδίον τὸ τοῦ Ἕκτορος [392δ] ὑπὸ τῶν Τρώων φησὶν καλεῖσθαι Ἀστυάνακτα, Σκαμάνδριον δὲ δῆλον ὅτι ὑπὸ τῶν γυναικῶν, ἐπειδὴ οἵ γε ἄνδρες αὐτὸν Ἀστυάνακτα ἐκάλουν;

Ἑρμογένης
ἔοικέ γε.

Σωκράτης
οὐκοῦν καὶ Ὅμηρος τοὺς Τρῶας σοφωτέρους ἡγεῖτο τὰς γυναῖκας αὐτῶν;

Ἑρμογένης
οἶμαι ἔγωγε.

Σωκράτης
τὸνἈστυάνακταἄρα ὀρθότερον ᾤετο κεῖσθαι τῷ παιδὶ τὸνΣκαμάνδριον’;

Ἑρμογένης
φαίνεται.

Σωκράτης
σκοπῶμεν δὴ διὰ τί ποτε. αὐτὸς ἡμῖν κάλλιστα ὑφηγεῖται τὸ διότι; φησὶν γάρ[392ε]οἶος γάρ σφιν ἔρυτο πόλιν καὶ τείχεα μακρά.
Hom. Il. 22.507διὰ ταῦτα δή, ὡς ἔοικεν, ὀρθῶς ἔχει καλεῖν τὸν τοῦ σωτῆρος ὑὸν Ἀστυάνακτα τούτου ἔσῳζεν πατὴρ αὐτοῦ, ὥς φησιν Ὅμηρος.

Ἑρμογένης
φαίνεταί μοι.

Σωκράτης
τί δή ποτε; οὐ γάρ πω οὐδ᾽ αὐτὸς ἔγωγε μανθάνω: Ἑρμόγενες, σὺ δὲ μανθάνεις;

Ἑρμογένης
μὰ Δί᾽ οὐκ ἔγωγε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: