previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[391α] ἐναντιοῦσθαι. ἴσως μέντοι οὐ ῥᾴδιόν ἐστιν οὕτως ἐξαίφνης πεισθῆναι, ἀλλὰ δοκῶ μοι ὧδε ἂν μᾶλλον πιθέσθαι σοι, εἴ μοι δείξειας ἥντινα φῂς εἶναι τὴν φύσει ὀρθότητα ὀνόματος.

Σωκράτης
ἐγὼ μέν, μακάριε Ἑρμόγενες, οὐδεμίαν λέγω, ἀλλ᾽ ἐπελάθου γε ὧν ὀλίγον πρότερον ἔλεγον, ὅτι οὐκ εἰδείην ἀλλὰ σκεψοίμην μετὰ σοῦ. νῦν δὲ σκοπουμένοις ἡμῖν, ἐμοί τε καὶ σοί, τοσοῦτον μὲν ἤδη φαίνεται παρὰ τὰ πρότερα, φύσει τέ τινα ὀρθότητα ἔχον εἶναι τὸ ὄνομα καὶ οὐ [391β] παντὸς ἀνδρὸς ἐπίστασθαι καλῶς αὐτὸ πράγματι ὁτῳοῦν θέσθαι: οὔ;

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
οὐκοῦν τὸ μετὰ τοῦτο χρὴ ζητεῖν, εἴπερ ἐπιθυμεῖς εἰδέναι, ἥτις ποτ᾽ αὖ ἐστιν αὐτοῦ ὀρθότης.

Ἑρμογένης
ἀλλὰ μὴν ἐπιθυμῶ γε εἰδέναι.

Σωκράτης
σκόπει τοίνυν.

Ἑρμογένης
πῶς οὖν χρὴ σκοπεῖν;

Σωκράτης
ὀρθοτάτη μὲν τῆς σκέψεως, ἑταῖρε, μετὰ τῶν ἐπισταμένων, χρήματα ἐκείνοις τελοῦντα καὶ χάριτας κατατιθέμενον. εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ἀδελφός [391ξ] σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρῴων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.

Ἑρμογένης
ἄτοπος μεντἂν εἴη μου, Σώκρατες, δέησις, εἰ τὴν μὲν ἀλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῇ τοιαύτῃ ἀληθείᾳ ῥηθέντα ἀγαπῴην ὥς του ἄξια.

Σωκράτης
ἀλλ᾽ εἰ μὴ αὖ σε ταῦτα ἀρέσκει, παρ᾽ Ὁμήρου χρὴ [391δ] μανθάνειν καὶ παρὰ τῶν ἄλλων ποιητῶν.

Ἑρμογένης
καὶ τί λέγει, Σώκρατες, Ὅμηρος περὶ ὀνομάτων, καὶ ποῦ;

Σωκράτης
πολλαχοῦ: μέγιστα δὲ καὶ κάλλιστα ἐν οἷς διορίζει ἐπὶ τοῖς αὐτοῖς τε οἱ ἄνθρωποι ὀνόματα καλοῦσι καὶ οἱ θεοί. οὐκ οἴει αὐτὸν μέγα τι καὶ θαυμάσιον λέγειν ἐν τούτοις περὶ ὀνομάτων ὀρθότητος; δῆλον γὰρ δὴ ὅτι οἵ γε θεοὶ αὐτὰ καλοῦσιν πρὸς ὀρθότητα ἅπερ ἔστι φύσει ὀνόματα: [391ε] σὺ οὐκ οἴει;

Ἑρμογένης
εὖ οἶδα μὲν οὖν ἔγωγε, εἴπερ καλοῦσιν, ὅτι ὀρθῶς καλοῦσιν. ἀλλὰ ποῖα ταῦτα λέγεις;

Σωκράτης
οὐκ οἶσθα ὅτι περὶ τοῦ ποταμοῦ τοῦ ἐν τῇ Τροίᾳ, ὃς ἐμονομάχει τῷ Ἡφαίστῳ, ‘ὃν Ξάνθον,’ φησί, ‘καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον;’

Ἑρμογένης
ἔγωγε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: