previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[388α]

Ἑρμογένης
ἔστι ταῦτα.

Σωκράτης
τί δὲ ἦν ἐκεῖνο ἔδει τρυπᾶν;

Ἑρμογένης
τρύπανον.

Σωκράτης
τί δὲ κερκίζειν;

Ἑρμογένης
κερκίς.

Σωκράτης
τί δὲ ὀνομάζειν;

Ἑρμογένης
ὄνομα.

Σωκράτης
εὖ λέγεις. ὄργανον ἄρα τί ἐστι καὶ τὸ ὄνομα.

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
εἰ οὖν ἐγὼ ἐροίμηντί ἦν ὄργανον κερκίς;’ οὐχ κερκίζομεν;

Ἑρμογένης
ναί. [388β]

Σωκράτης
κερκίζοντες δὲ τί δρῶμεν; οὐ τὴν κρόκην καὶ τοὺς στήμονας συγκεχυμένους διακρίνομεν;

Ἑρμογένης
ναί.

Σωκράτης
οὐκοῦν καὶ περὶ τρυπάνου ἕξεις οὕτως εἰπεῖν καὶ περὶ τῶν ἄλλων;

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
ἔχεις δὴ καὶ περὶ ὀνόματος οὕτως εἰπεῖν; ὀργάνῳ ὄντι τῷ ὀνόματι ὀνομάζοντες τί ποιοῦμεν;

Ἑρμογένης
οὐκ ἔχω λέγειν.

Σωκράτης
ἆρ᾽ οὐ διδάσκομέν τι ἀλλήλους καὶ τὰ πράγματα διακρίνομεν ἔχει;

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
ὄνομα ἄρα διδασκαλικόν τί ἐστιν ὄργανον καὶ [388ξ] διακριτικὸν τῆς οὐσίας ὥσπερ κερκὶς ὑφάσματος.

Ἑρμογένης
ναί.

Σωκράτης
ὑφαντικὸν δέ γε κερκίς;

Ἑρμογένης
πῶς δ᾽ οὔ;

Σωκράτης
ὑφαντικὸς μὲν ἄρα κερκίδι καλῶς χρήσεται, καλῶς δ᾽ ἐστὶν ὑφαντικῶς: διδασκαλικὸς δὲ ὀνόματι, καλῶς δ᾽ ἐστὶ διδασκαλικῶς.

Ἑρμογένης
ναί.

Σωκράτης
τῷ τίνος οὖν ἔργῳ ὑφάντης καλῶς χρήσεται ὅταν τῇ κερκίδι χρῆται;

Ἑρμογένης
τῷ τοῦ τέκτονος.

Σωκράτης
πᾶς δὲ τέκτων τὴν τέχνην ἔχων;

Ἑρμογένης
τὴν τέχνην. [388δ]

Σωκράτης
τῷ τίνος δὲ ἔργῳ τρυπητὴς καλῶς χρήσεται ὅταν τῷ τρυπάνῳ χρῆται;

Ἑρμογένης
τῷ τοῦ χαλκέως.

Σωκράτης
ἆρ᾽ οὖν πᾶς χαλκεὺς τὴν τέχνην ἔχων;

Ἑρμογένης
τὴν τέχνην.

Σωκράτης
εἶεν. τῷ δὲ τίνος ἔργῳ διδασκαλικὸς χρήσεται ὅταν τῷ ὀνόματι χρῆται;

Ἑρμογένης
οὐδὲ τοῦτ᾽ ἔχω.

Σωκράτης
οὐδὲ τοῦτό γ᾽ ἔχεις εἰπεῖν, τίς παραδίδωσιν ἡμῖν τὰ ὀνόματα οἷς χρώμεθα;

Ἑρμογένης
οὐ δῆτα.

Σωκράτης
ἆρ᾽ οὐχὶ νόμος δοκεῖ σοι εἶναι παραδιδοὺς αὐτά;

Ἑρμογένης
ἔοικεν. [388ε]

Σωκράτης
νομοθέτου ἄρα ἔργῳ χρήσεται διδασκαλικὸς ὅταν ὀνόματι χρῆται;

Ἑρμογένης
δοκεῖ μοι.

Σωκράτης
νομοθέτης δέ σοι δοκεῖ πᾶς εἶναι ἀνὴρ τὴν τέχνην ἔχων;

Ἑρμογένης
τὴν τέχνην.

Σωκράτης
οὐκ ἄρα παντὸς ἀνδρός, Ἑρμόγενες, ὄνομα θέσθαι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: