previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[94α]

μᾶλλον δέ γέ που, Σιμμία, κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ μεθέξει, εἴπερ ἁρμονία ἐστίν: ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο οὖσα, ἁρμονία, ἀναρμοστίας οὔποτ᾽ ἂν μετάσχοι.

οὐ μέντοι.

οὐδέ γε δήπου ψυχή, οὖσα παντελῶς ψυχή, κακίας.

πῶς γὰρ ἔκ γε τῶν προειρημένων;

ἐκ τούτου ἄρα τοῦ λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως ψυχαὶ πεφύκασιν αὐτὸ τοῦτο, ψυχαί, εἶναι.

ἔμοιγε δοκεῖ, ἔφη, Σώκρατες.

καὶ καλῶς δοκεῖ, δ᾽ ὅς, οὕτω λέγεσθαι, καὶ πάσχειν [94β] ἂν ταῦτα λόγος εἰ ὀρθὴ ὑπόθεσις ἦν, τὸ ψυχὴν ἁρμονίαν εἶναι;

οὐδ᾽ ὁπωστιοῦν, ἔφη.

τί δέ; δ᾽ ὅς: τῶν ἐν ἀνθρώπῳ πάντων ἔσθ᾽ ὅτι ἄλλο λέγεις ἄρχειν ψυχὴν ἄλλως τε καὶ φρόνιμον;

οὐκ ἔγωγε.

πότερον συγχωροῦσαν τοῖς κατὰ τὸ σῶμα πάθεσιν καὶ ἐναντιουμένην; λέγω δὲ τὸ τοιόνδε, οἷον καύματος ἐνόντος καὶ δίψους ἐπὶ τοὐναντίον ἕλκειν, τὸ μὴ πίνειν, καὶ πείνης ἐνούσης ἐπὶ τὸ μὴ ἐσθίειν, καὶ ἄλλα μυρία που ὁρῶμεν [94ξ] ἐναντιουμένην τὴν ψυχὴν τοῖς κατὰ τὸ σῶμα: οὔ;

πάνυ μὲν οὖν.

οὐκοῦν αὖ ὡμολογήσαμεν ἐν τοῖς πρόσθεν μήποτ᾽ ἂν αὐτήν, ἁρμονίαν γε οὖσαν, ἐναντία ᾁδειν οἷς ἐπιτείνοιτο καὶ χαλῷτο καὶ ψάλλοιτο καὶ ἄλλο ὁτιοῦν πάθος πάσχοι ἐκεῖνα ἐξ ὧν τυγχάνοι οὖσα, ἀλλ᾽ ἕπεσθαι ἐκείνοις καὶ οὔποτ᾽ ἂν ἡγεμονεύειν;

ὡμολογήσαμεν, ἔφη: πῶς γὰρ οὔ;

τί οὖν; νῦν οὐ πᾶν τοὐναντίον ἡμῖν φαίνεται ἐργαζομένη, ἡγεμονεύουσά τε ἐκείνων πάντων ἐξ ὧν φησί τις αὐτὴν [94δ] εἶναι, καὶ ἐναντιουμένη ὀλίγου πάντα διὰ παντὸς τοῦ βίου καὶ δεσπόζουσα πάντας τρόπους, τὰ μὲν χαλεπώτερον κολάζουσα καὶ μετ᾽ ἀλγηδόνων, τά τε κατὰ τὴν γυμναστικὴν καὶ τὴν ἰατρικήν, τὰ δὲ πρᾳότερον, καὶ τὰ μὲν ἀπειλοῦσα, τὰ δὲ νουθετοῦσα, ταῖς ἐπιθυμίαις καὶ ὀργαῖς καὶ φόβοις ὡς ἄλλη οὖσα ἄλλῳ πράγματι διαλεγομένη; οἷόν που καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ πεποίηκεν, οὗ λέγει τὸν Ὀδυσσέα:“στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ:
[94ε]

τέτλαθι δή, κραδίη: καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης.

Hom. Od 20.17-18
ἆρ᾽ οἴει αὐτὸν ταῦτα ποιῆσαι διανοούμενον ὡς ἁρμονίας αὐτῆς οὔσης καὶ οἵας ἄγεσθαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων, ἀλλ᾽ οὐχ οἵας ἄγειν τε ταῦτα καὶ δεσπόζειν, καὶ οὔσης αὐτῆς πολὺ θειοτέρου τινὸς πράγματος καθ᾽ ἁρμονίαν;

νὴ Δία, Σώκρατες, ἔμοιγε δοκεῖ.

οὐκ ἄρα, ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: