previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[93α] τινὶ συνθέσει προσήκειν ἄλλως πως ἔχειν ὡς ἂν ἐκεῖνα ἔχῃ ἐξ ὧν ἂν συγκέηται;

οὐδαμῶς.

οὐδὲ μὴν ποιεῖν τι, ὡς ἐγᾦμαι, οὐδέ τι πάσχειν ἄλλο παρ᾽ ἂν ἐκεῖνα ποιῇ πάσχῃ; συνέφη.

οὐκ ἄρα ἡγεῖσθαί γε προσήκει ἁρμονίαν τούτων ἐξ ὧν ἂν συντεθῇ, ἀλλ᾽ ἕπεσθαι. συνεδόκει.

πολλοῦ ἄρα δεῖ ἐναντία γε ἁρμονία κινηθῆναι ἂν φθέγξασθαι τι ἄλλο ἐναντιωθῆναι τοῖς αὑτῆς μέρεσιν.

πολλοῦ μέντοι, ἔφη.

τί δέ; οὐχ οὕτως ἁρμονία πέφυκεν εἶναι ἑκάστη ἁρμονία ὡς ἂν ἁρμοσθῇ;

οὐ μανθάνω, ἔφη.

οὐχί, δ᾽ ὅς, ἂν μὲν μᾶλλον ἁρμοσθῇ καὶ ἐπὶ πλέον, [93β] εἴπερ ἐνδέχεται τοῦτο γίγνεσθαι, μᾶλλόν τε ἂν ἁρμονία εἴη καὶ πλείων, εἰ δ᾽ ἧττόν τε καὶ ἐπ᾽ ἔλαττον, ἥττων τε καὶ ἐλάττων;

πάνυ γε.

οὖν ἔστι τοῦτο περὶ ψυχήν, ὥστε καὶ κατὰ τὸ σμικρότατον μᾶλλον ἑτέραν ἑτέρας ψυχῆς ἐπὶ πλέον καὶ μᾶλλον ἐπ᾽ ἔλαττον καὶ ἧττον αὐτὸ τοῦτο εἶναι, ψυχήν;

οὐδ᾽ ὁπωστιοῦν, ἔφη.

φέρε δή, ἔφη, πρὸς Διός: λέγεται ψυχὴ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, δὲ ἄνοιάν τε καὶ μοχθηρίαν [93ξ] καὶ εἶναι κακή; καὶ ταῦτα ἀληθῶς λέγεται;

ἀληθῶς μέντοι.

τῶν οὖν θεμένων ψυχὴν ἁρμονίαν εἶναι τί τις φήσει ταῦτα ὄντα εἶναι ἐν ταῖς ψυχαῖς, τήν τε ἀρετὴν καὶ τὴν κακίαν; πότερον ἁρμονίαν αὖ τινα ἄλλην καὶ ἀναρμοστίαν; καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ ἁρμονίᾳ οὔσῃ ἄλλην ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην;

οὐκ ἔχω ἔγωγ᾽, ἔφη Σιμμίας, εἰπεῖν: δῆλον δ᾽ ὅτι τοιαῦτ᾽ ἄττ᾽ ἂν λέγοι ἐκεῖνο ὑποθέμενος. [93δ]

ἀλλὰ προωμολόγηται, ἔφη, μηδὲν μᾶλλον μηδ᾽ ἧττον ἑτέραν ἑτέρας ψυχὴν ψυχῆς εἶναι: τοῦτο δ᾽ ἔστι τὸ ὁμολόγημα, μηδὲν μᾶλλον μηδ᾽ ἐπὶ πλέον μηδ᾽ ἧττον μηδ᾽ ἐπ᾽ ἔλαττον ἑτέραν ἑτέρας ἁρμονίαν ἁρμονίας εἶναι. γάρ;

πάνυ γε.

τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον ἁρμονίαν οὖσαν μήτε μᾶλλον μήτε ἧττον ἡρμόσθαι: ἔστιν οὕτως;

ἔστιν.

δὲ μήτε μᾶλλον μήτε ἧττον ἡρμοσμένη ἔστιν ὅτι πλέον ἔλαττον ἁρμονίας μετέχει, τὸ ἴσον;

τὸ ἴσον.

οὐκοῦν ψυχὴ ἐπειδὴ οὐδὲν μᾶλλον οὐδ᾽ ἧττον ἄλλη [93ε] ἄλλης αὐτὸ τοῦτο, ψυχή, ἐστίν, οὐδὲ δὴ μᾶλλον οὐδὲ ἧττον ἥρμοσται;

οὕτω.

τοῦτο δέ γε πεπονθυῖα οὐδὲν πλέον ἀναρμοστίας οὐδὲ ἁρμονίας μετέχοι ἄν;

οὐ γὰρ οὖν.

τοῦτο δ᾽ αὖ πεπονθυῖα ἆρ᾽ ἄν τι πλέον κακίας ἀρετῆς μετέχοι ἑτέρα ἑτέρας, εἴπερ μὲν κακία ἀναρμοστία, δὲ ἀρετὴ ἁρμονία εἴη;

οὐδὲν πλέον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: