previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[92α] ψυχήν, πρὶν ἐν τῷ σώματι ἐνδεθῆναι;

ἐγὼ μέν, ἔφη Κέβης, καὶ τότε θαυμαστῶς ὡς ἐπείσθην ὑπ᾽ αὐτοῦ καὶ νῦν ἐμμένω ὡς οὐδενὶ λόγῳ.

καὶ μήν, ἔφη Σιμμίας, καὶ αὐτὸς οὕτως ἔχω, καὶ πάνυ ἂν θαυμάζοιμι εἴ μοι περί γε τούτου ἄλλο ποτέ τι δόξειεν.

καὶ Σωκράτης, ἀλλὰ ἀνάγκη σοι, ἔφη, ξένε Θηβαῖε, ἄλλα δόξαι, ἐάνπερ μείνῃ ἥδε οἴησις, τὸ ἁρμονίαν μὲν εἶναι σύνθετον πρᾶγμα, ψυχὴν δὲ ἁρμονίαν τινὰ ἐκ τῶν κατὰ τὸ σῶμα ἐντεταμένων συγκεῖσθαι: οὐ γάρ που ἀποδέξῃ γε [92β] σαυτοῦ λέγοντος ὡς πρότερον ἦν ἁρμονία συγκειμένη, πρὶν ἐκεῖνα εἶναι ἐξ ὧν ἔδει αὐτὴν συντεθῆναι. ἀποδέξῃ;

οὐδαμῶς, ἔφη, Σώκρατες.

αἰσθάνῃ οὖν, δ᾽ ὅς, ὅτι ταῦτά σοι συμβαίνει λέγειν, ὅταν φῇς μὲν εἶναι τὴν ψυχὴν πρὶν καὶ εἰς ἀνθρώπου εἶδός τε καὶ σῶμα ἀφικέσθαι, εἶναι δὲ αὐτὴν συγκειμένην ἐκ τῶν οὐδέπω ὄντων; οὐ γὰρ δὴ ἁρμονία γέ σοι τοιοῦτόν ἐστιν ἀπεικάζεις, ἀλλὰ πρότερον καὶ λύρα καὶ αἱ χορδαὶ καὶ [92ξ] οἱ φθόγγοι ἔτι ἀνάρμοστοι ὄντες γίγνονται, τελευταῖον δὲ πάντων συνίσταται ἁρμονία καὶ πρῶτον ἀπόλλυται. οὗτος οὖν σοι λόγος ἐκείνῳ πῶς συνᾴσεται;

οὐδαμῶς, ἔφη Σιμμίας.

καὶ μήν, δ᾽ ὅς, πρέπει γε εἴπερ τῳ ἄλλῳ λόγῳ συνῳδῷ εἶναι καὶ τῷ περὶ ἁρμονίας.

πρέπει γάρ, ἔφη Σιμμίας.

οὗτος τοίνυν, ἔφη, σοὶ οὐ συνῳδός: ἀλλ᾽ ὅρα πότερον αἱρῇ τῶν λόγων, τὴν μάθησιν ἀνάμνησιν εἶναι ψυχὴν ἁρμονίαν;

πολὺ μᾶλλον, ἔφη, ἐκεῖνον, Σώκρατες. ὅδε μὲν γάρ [92δ] μοι γέγονεν ἄνευ ἀποδείξεως μετὰ εἰκότος τινὸς καὶ εὐπρεπείας, ὅθεν καὶ τοῖς πολλοῖς δοκεῖ ἀνθρώποις: ἐγὼ δὲ τοῖς διὰ τῶν εἰκότων τὰς ἀποδείξεις ποιουμένοις λόγοις σύνοιδα οὖσιν ἀλαζόσιν, καὶ ἄν τις αὐτοὺς μὴ φυλάττηται, εὖ μάλα ἐξαπατῶσι, καὶ ἐν γεωμετρίᾳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. δὲ περὶ τῆς ἀναμνήσεως καὶ μαθήσεως λόγος δι᾽ ὑποθέσεως ἀξίας ἀποδέξασθαι εἴρηται. ἐρρήθη γάρ που οὕτως ἡμῶν εἶναι ψυχὴ καὶ πρὶν εἰς σῶμα ἀφικέσθαι, ὥσπερ αὐτῆς ἐστιν οὐσία ἔχουσα τὴν ἐπωνυμίαν τὴν τοῦ ἔστιν[92ε] ἐγὼ δὲ ταύτην, ὡς ἐμαυτὸν πείθω, ἱκανῶς τε καὶ ὀρθῶς ἀποδέδεγμαι. ἀνάγκη οὖν μοι, ὡς ἔοικε, διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος ὡς ψυχή ἐστιν ἁρμονία.

τί δέ, δ᾽ ὅς, Σιμμία, τῇδε; δοκεῖ σοι ἁρμονίᾳ ἄλλῃ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: