previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[79α]

οὐκοῦν τούτων μὲν κἂν ἅψαιο κἂν ἴδοις κἂν ταῖς ἄλλαις αἰσθήσεσιν αἴσθοιο, τῶν δὲ κατὰ ταὐτὰ ἐχόντων οὐκ ἔστιν ὅτῳ ποτ᾽ ἂν ἄλλῳ ἐπιλάβοιο τῷ τῆς διανοίας λογισμῷ, ἀλλ᾽ ἔστιν ἀιδῆ τὰ τοιαῦτα καὶ οὐχ ὁρατά;

παντάπασιν, ἔφη, ἀληθῆ λέγεις.

θῶμεν οὖν βούλει, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀιδές;

θῶμεν, ἔφη.

καὶ τὸ μὲν ἀιδὲς ἀεὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά;

καὶ τοῦτο, ἔφη, θῶμεν. [79β]

φέρε δή, δ᾽ ὅς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή;

οὐδὲν ἄλλο, ἔφη.

ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα;

παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι τῷ ὁρατῷ.

τί δὲ ψυχή; ὁρατὸν ἀιδές;

οὐχ ὑπ᾽ ἀνθρώπων γε, Σώκρατες, ἔφη.

ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν: ἄλλῃ τινὶ οἴει;

τῇ τῶν ἀνθρώπων.

τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἀόρατον εἶναι;

οὐχ ὁρατόν.

ἀιδὲς ἄρα;

ναί.

ὁμοιότερον ἄρα ψυχὴ σώματός ἐστιν τῷ ἀιδεῖ, τὸ δὲ τῷ ὁρατῷ. [79ξ]

πᾶσα ἀνάγκη, Σώκρατες.

οὐκοῦν καὶ τόδε πάλαι ἐλέγομεν, ὅτι ψυχή, ὅταν μὲν τῷ σώματι προσχρῆται εἰς τὸ σκοπεῖν τι διὰ τοῦ ὁρᾶν διὰ τοῦ ἀκούειν δι᾽ ἄλλης τινὸς αἰσθήσεωςτοῦτο γάρ ἐστιν τὸ διὰ τοῦ σώματος, τὸ δι᾽ αἰσθήσεως σκοπεῖν τιτότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς τὰ οὐδέποτε κατὰ ταὐτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ εἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη;

πάνυ γε. [79δ]

ὅταν δέ γε αὐτὴ καθ᾽ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρόν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύτως ἔχον, καὶ ὡς συγγενὴς οὖσα αὐτοῦ ἀεὶ μετ᾽ ἐκείνου τε γίγνεται, ὅτανπερ αὐτὴ καθ᾽ αὑτὴν γένηται καὶ ἐξῇ αὐτῇ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη: καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται;

παντάπασιν, ἔφη, καλῶς καὶ ἀληθῆ λέγεις, Σώκρατες.

ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ [79ε] τῶν νῦν λεγομένων ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον;

πᾶς ἄν μοι δοκεῖ, δ᾽ ὅς, συγχωρῆσαι, Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου, καὶ δυσμαθέστατος, ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστι ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον τῷ μή.

τί δὲ τὸ σῶμα;

τῷ ἑτέρῳ.

ὅρα δὴ καὶ τῇδε ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ὦσι ψυχὴ καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: