previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[74α]

ἔστι μέντοι, ἔφη.

ἆρ᾽ οὖν οὐ κατὰ πάντα ταῦτα συμβαίνει τὴν ἀνάμνησιν εἶναι μὲν ἀφ᾽ ὁμοίων, εἶναι δὲ καὶ ἀπὸ ἀνομοίων;

συμβαίνει.

ἀλλ᾽ ὅταν γε ἀπὸ τῶν ὁμοίων ἀναμιμνῄσκηταί τίς τι, ἆρ᾽ οὐκ ἀναγκαῖον τόδε προσπάσχειν, ἐννοεῖν εἴτε τι ἐλλείπει τοῦτο κατὰ τὴν ὁμοιότητα εἴτε μὴ ἐκείνου οὗ ἀνεμνήσθη;

ἀνάγκη, ἔφη.

σκόπει δή, δ᾽ ὅς, εἰ ταῦτα οὕτως ἔχει. φαμέν πού τι εἶναι ἴσον, οὐ ξύλον λέγω ξύλῳ οὐδὲ λίθον λίθῳ οὐδ᾽ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλὰ παρὰ ταῦτα πάντα ἕτερόν τι, αὐτὸ τὸ ἴσον: φῶμέν τι εἶναι μηδέν; [74β]

φῶμεν μέντοι νὴ Δί᾽, ἔφη Σιμμίας, θαυμαστῶς γε.

καὶ ἐπιστάμεθα αὐτὸ ἔστιν;

πάνυ γε, δ᾽ ὅς.

πόθεν λαβόντες αὐτοῦ τὴν ἐπιστήμην; ἆρ᾽ οὐκ ἐξ ὧν νυνδὴ ἐλέγομεν, ξύλα λίθους ἄλλα ἄττα ἰδόντες ἴσα, ἐκ τούτων ἐκεῖνο ἐνενοήσαμεν, ἕτερον ὂν τούτων; οὐχ ἕτερόν σοι φαίνεται; σκόπει δὲ καὶ τῇδε. ἆρ᾽ οὐ λίθοι μὲν ἴσοι καὶ ξύλα ἐνίοτε ταὐτὰ ὄντα τῷ μὲν ἴσα φαίνεται, τῷ δ᾽ οὔ;

πάνυ μὲν οὖν. [74ξ]

τί δέ; αὐτὰ τὰ ἴσα ἔστιν ὅτε ἄνισά σοι ἐφάνη, ἰσότης ἀνισότης;

οὐδεπώποτέ γε, Σώκρατες.

οὐ ταὐτὸν ἄρα ἐστίν, δ᾽ ὅς, ταῦτά τε τὰ ἴσα καὶ αὐτὸ τὸ ἴσον.

οὐδαμῶς μοι φαίνεται, Σώκρατες.

ἀλλὰ μὴν ἐκ τούτων γ᾽, ἔφη, τῶν ἴσων, ἑτέρων ὄντων ἐκείνου τοῦ ἴσου, ὅμως αὐτοῦ τὴν ἐπιστήμην ἐννενόηκάς τε καὶ εἴληφας;

ἀληθέστατα, ἔφη, λέγεις.

οὐκοῦν ὁμοίου ὄντος τούτοις ἀνομοίου;

πάνυ γε.

διαφέρει δέ γε, δ᾽ ὅς, οὐδέν: ἕως ἂν ἄλλο ἰδὼν ἀπὸ [74δ] ταύτης τῆς ὄψεως ἄλλο ἐννοήσῃς, εἴτε ὅμοιον εἴτε ἀνόμοιον, ἀναγκαῖον, ἔφη, αὐτὸ ἀνάμνησιν γεγονέναι.

πάνυ μὲν οὖν.

τί δέ; δ᾽ ὅς: πάσχομέν τι τοιοῦτον περὶ τὰ ἐν τοῖς ξύλοις τε καὶ οἷς νυνδὴ ἐλέγομεν τοῖς ἴσοις; ἆρα φαίνεται ἡμῖν οὕτως ἴσα εἶναι ὥσπερ αὐτὸ τὸ ἔστιν, ἐνδεῖ τι ἐκείνου τῷ τοιοῦτον εἶναι οἷον τὸ ἴσον, οὐδέν;

καὶ πολύ γε, ἔφη, ἐνδεῖ.

οὐκοῦν ὁμολογοῦμεν, ὅταν τίς τι ἰδὼν ἐννοήσῃ ὅτι βούλεται μὲν τοῦτο νῦν ἐγὼ ὁρῶ εἶναι οἷον ἄλλο τι τῶν ὄντων, [74ε] ἐνδεῖ δὲ καὶ οὐ δύναται τοιοῦτον εἶναι ἴσον οἷον ἐκεῖνο, ἀλλ᾽ ἔστιν φαυλότερον, ἀναγκαῖόν που τὸν τοῦτο ἐννοοῦντα τυχεῖν προειδότα ἐκεῖνο φησιν αὐτὸ προσεοικέναι μέν, ἐνδεεστέρως δὲ ἔχειν;

ἀνάγκη.

τί οὖν; τὸ τοιοῦτον πεπόνθαμεν καὶ ἡμεῖς οὒ περί τε τὰ ἴσα καὶ αὐτὸ τὸ ἴσον;

παντάπασί γε.

ἀναγκαῖον ἄρα ἡμᾶς προειδέναι τὸ ἴσον πρὸ ἐκείνου τοῦ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: